τὸν δὲ χρυσὸν τοῦτον τὸν πολλὸν οἱ Ἰνδοί , ἀπʼ οὗ τὸ ψῆγμα τῷ βασιλέι τὸ εἰρημένον κομίζουσι , τρόπῳ τοιῷδε κτῶνται .
ἔστι τῆς Ἰνδικῆς χώρης τὸ πρὸς ἥλιον ἀνίσχοντα ψάμμος · τῶν γὰρ ἡμεῖς ἴδμεν , τῶν καὶ πέρι ἀτρεκές τι λέγεται , πρῶτοι πρὸς ἠῶ καὶ ἡλίου ἀνατολὰς οἰκέουσι ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ Ἰνδοί · Ἰνδῶν γὰρ τὸ πρὸς τὴν ἠῶ ἐρημίη ἐστὶ διὰ τὴν ψάμμον . ἔστι
δὲ πολλὰ ἔθνεα Ἰνδῶν καὶ οὐκ ὁμόφωνα σφίσι , καὶ οἳ μὲν αὐτῶν νομάδες εἰσὶ οἳ δὲ οὔ , οἳ δὲ ἐν τοῖσι ἕλεσι οἰκέουσι τοῦ ποταμοῦ καὶ ἰχθύας σιτέονται ὠμούς , τοὺς αἱρέουσι ἐκ πλοίων καλαμίνων ὁρμώμενοι · καλάμου δὲ ἓν γόνυ πλοῖον ἕκαστον ποιέεται . οὗτοι
μὲν δὴ τῶν Ἰνδῶν φορέουσι ἐσθῆτα φλοΐνην · ἐπεὰν ἐκ τοῦ ποταμοῦ φλοῦν ἀμήσωσι καὶ κόψωσι , τὸ ἐνθεῦτεν φορμοῦ τρόπον καταπλέξαντες ὡς θώρηκα ἐνδύνουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.