ἡ δὲ δὴ δεύτερον γενομένη ταύτης βασίλεια , τῇ οὔνομα ἦν Νίτωκρις , αὕτη δὲ συνετωτέρη γενομένη τῆς πρότερον ἀρξάσης τοῦτο μὲν μνημόσυνα ἐλίπετο τὰ ἐγὼ ἀπηγήσομαι , τοῦτο δὲ τὴν Μήδων ὁρῶσα ἀρχὴν μεγάλην τε καὶ οὐκ ἀτρεμίζουσαν , ἀλλʼ ἄλλα τε ἀραιρημένα ἄστεα αὐτοῖσι , ἐν δὲ δὴ καὶ τὴν Νίνον , προεφυλάξατο ὅσα ἐδύνατο μάλιστα .
πρῶτα μὲν τὸν Εὐφρήτην ποταμὸν ῥέοντα πρότερον ἰθύν , ὅς σφι διὰ τῆς πόλιος μέσης ῥέει , τοῦτον ἄνωθεν διώρυχας ὀρύξασα οὕτω δή τι ἐποίησε σκολιὸν ὥστε δὴ τρὶς ἐς τῶν τινα κωμέων τῶν ἐν τῇ Ἀσσυρίῃ ἀπικνέεται ῥέων · τῇ δὲ κώμῃ οὔνομα ἐστί , ἐς τὴν ἀπικνέεται ὁ Εὐφρήτης , Ἀρδέρικκα . καὶ νῦν οἳ ἂν κομίζωνται ἀπὸ τῆσδε τῆς θαλάσσης ἐς Βαβυλῶνα , καταπλέοντες τὸν Εὐφρήτην ποταμὸν τρίς τε ἐς τὴν αὐτὴν ταύτην κώμην παραγίνονται καὶ ἐν τρισὶ ἡμέρῃσι . τοῦτο
μὲν δὴ τοιοῦτον ἐποίησε , χῶμα δὲ παρέχωσε παρʼ ἑκάτερον τοῦ ποταμοῦ τὸ χεῖλος ἄξιον θώματος μέγαθος καὶ ὕψος ὅσον τι ἐστί . κατύπερθε
δὲ πολλῷ Βαβυλῶνος ὤρυσσε ἔλυτρον λίμνῃ , ὀλίγον τι παρατείνουσα ἀπὸ τοῦ ποταμοῦ , βάθος μὲν ἐς τὸ ὕδωρ αἰεὶ ὀρύσσουσα , εὖρος δὲ τὸ περίμετρον αὐτοῦ ποιεῦσα εἴκοσί τε καὶ τετρακοσίων σταδίων · τὸν δὲ ὀρυσσόμενον χοῦν ἐκ τούτου τοῦ ὀρύγματος ἀναισίμου παρὰ τὰ χείλεα τοῦ ποταμοῦ παραχέουσα . ἐπείτε
δέ οἱ ὀρώρυκτο , λίθους ἀγαγομένη κρηπῖδα κύκλῳ περὶ αὐτὴν ἤλασε . ἐποίεε
δὲ ἀμφότερα ταῦτα , τόν τε ποταμὸν σκολιὸν καὶ τὸ ὄρυγμα πᾶν ἕλος , ὡς ὅ τε ποταμὸς βραδύτερος εἴη περὶ καμπὰς πολλὰς ἀγνύμενος , καὶ οἱ πλόοι ἔωσι σκολιοὶ ἐς τὴν Βαβυλῶνα , ἔκ τε τῶν πλόων ἐκδέκηται περίοδος τῆς λίμνης μακρή . κατὰ
τοῦτο δὲ ἐργάζετο τῆς χώρης τῇ αἵ τε ἐσβολαὶ ἦσαν καὶ τὰ σύντομα τῆς ἐκ Μήδων ὁδοῦ , ἵνα μὴ ἐπιμισγόμενοι οἱ Μῆδοι ἐκμανθάνοιεν αὐτῆς τὰ πρήγματα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.