τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἔρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσι , τὰς δὲ θηλέας οὔ σφι ἔξεστι θύειν , ἀλλὰ ἱραί εἰσι τῆς Ἴσιος ·
τὸ γὰρ τῆς Ἴσιος ἄγαλμα ἐὸν γυναικήιον βούκερων ἐστὶ κατά περ Ἕλληνες τὴν Ἰοῦν γράφουσι , καὶ τὰς βοῦς τὰς θηλέας Αἰγύπτιοι πάντες ὁμοίως σέβονται προβάτων πάντων μάλιστα μακρῷ . τῶν
εἵνεκα οὔτε ἀνὴρ Αἰγύπτιος οὔτε γυνὴ ἄνδρα Ἕλληνα φιλήσειε ἂν τῷ στόματι , οὐδὲ μαχαίρῃ ἀνδρὸς Ἕλληνος χρήσεται οὐδὲ ὀβελοῖσι οὐδὲ λέβητι , οὐδὲ κρέως καθαροῦ βοὸς διατετμημένου Ἑλληνικῇ μαχαίρῃ γεύσεται . θάπτουσι
δὲ τοὺς ἀποθνήσκοντας βοῦς τρόπον τόνδε · τὰς μὲν θηλέας ἐς τὸν ποταμὸν ἀπιεῖσι , τοὺς δὲ ἔρσενας κατορύσσουσι ἕκαστοι ἐν τοῖσι προαστείοισι , τὸ κέρας τὸ ἕτερον ἢ καὶ ἀμφότερα ὑπερέχοντα σημηίου εἵνεκεν · ἐπεὰν δὲ σαπῇ καὶ προσίῃ ὁ τεταγμένος χρόνος , ἀπικνέεται ἐς ἑκάστην πόλιν βᾶρις ἐκ τῆς Προσωπίτιδος καλευμένης νήσου . ἣ δʼ
ἔστι μὲν ἐν τῷ Δέλτα , περίμετρον δὲ αὐτῆς εἰσὶ σχοῖνοι ἐννέα . ἐν ταύτῃ ὦν τῇ Προσωπίτιδι νήσῳ ἔνεισι μὲν καὶ ἄλλαι πόλιες συχναί , ἐκ τῆς δὲ αἱ βάριες παραγίνονται ἀναιρησόμεναι τὰ ὀστέα τῶν βοῶν , οὔνομα τῇ πόλι Ἀτάρβηχις , ἐν δʼ αὐτῇ Ἀφροδίτης ἱρὸν ἅγιον ἵδρυται . ἐκ ταύτης
τῆς πόλιος πλανῶνται πολλοὶ ἄλλοι ἐς ἄλλας πόλις , ἀνορύξαντες δὲ τὰ ὀστέα ἀπάγουσι καὶ θάπτουσι ἐς ἕνα χῶρον πάντες . κατὰ ταὐτὰ δὲ τοῖσι βουσὶ καὶ τἆλλα κτήνεα θάπτουσι ἀποθνήσκοντα · καὶ γὰρ περὶ ταῦτα οὕτω σφι νενομοθέτηται · κτείνουσι γὰρ δὴ οὐδὲ ταῦτα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.