δύο δὲ τούτων τῶν τριηκοσίων λέγεται Εὔρυτόν τε καὶ Ἀριστόδημον , παρεὸν αὐτοῖσι ἀμφοτέροισι κοινῷ λόγῳ χρησαμένοισι ἢ ἀποσωθῆναι ὁμοῦ ἐς Σπάρτην , ὡς μεμετιμένοι γε ἦσαν ἐκ τοῦ στρατοπέδου ὑπὸ Λεωνίδεω καὶ κατεκέατο ἐν Ἀλπηνοῖσι ὀφθαλμιῶντες ἐς τὸ ἔσχατον , ἢ εἴ γε μὴ ἐβούλοντο νοστῆσαι , ἀποθανεῖν ἅμα τοῖσι ἄλλοισι , παρεόν σφι τούτων τὰ ἕτερα ποιέειν οὐκ ἐθελῆσαι ὁμοφρονέειν , ἀλλὰ γνώμῃ διενειχθέντας Εὔρυτον μέν , πυθόμενον τῶν Περσέων τὴν περίοδον , αἰτήσαντά τε τὰ ὅπλα καὶ ἐνδύντα ἄγειν ἑωυτὸν κελεῦσαι τὸν εἵλωτα ἐς τοὺς μαχομένους , ὅκως δὲ αὐτὸν ἤγαγε , τὸν μὲν ἀγαγόντα οἴχεσθαι φεύγοντα , τὸν δὲ ἐσπεσόντα ἐς τὸν ὅμιλον διαφθαρῆναι , Ἀριστόδημον δὲ λιποψυχέοντα λειφθῆναι .
εἰ μέν νυν ἢ μοῦνον Ἀριστόδημον ἀλγήσαντα ἀπονοστῆσαι ἐς Σπάρτην ἢ καὶ ὁμοῦ σφεων ἀμφοτέρων τὴν κομιδὴν γενέσθαι , δοκέειν ἐμοί , οὐκ ἄν σφι Σπαρτιήτας μῆνιν οὐδεμίαν προσθέσθαι · νυνὶ δὲ τοῦ μὲν αὐτῶν ἀπολομένου , τοῦ δὲ τῆς μὲν αὐτῆς ἐχομένου προφάσιος οὐκ ἐθελήσαντος δὲ ἀποθνήσκειν , ἀναγκαίως σφι ἔχειν μηνῖσαι μεγάλως Ἀριστοδήμῳ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.