ὁ δὲ Τέαρος λέγεται ὑπὸ τῶν περιοίκων εἶναι ποταμῶν ἄριστος τὰ τε ἄλλα τὰ ἐς ἄκεσιν φέροντα καὶ δὴ καὶ ἀνδράσι καὶ ἵπποισι ψώρην ἀκέσασθαι . εἰσὶ δὲ αὐτοῦ αἱ πηγαὶ δυῶν δέουσαι τεσσεράκοντα , ἐκ πέτρης τῆς αὐτῆς ῥέουσαι , καὶ αἳ μὲν αὐτέων εἰσὶ ψυχραὶ αἳ δὲ θερμαί . ὁδὸς
δʼ ἐπʼ αὐτάς ἐστι ἴση ἐξ Ἡραίου τε πόλιος τῆς παρὰ Περίνθῳ καὶ ἐξ Ἀπολλωνίης τῆς ἐν τῷ Εὐξείνῳ πόντῳ , δυῶν ἡμερέων ἑκατέρη . ἐκδιδοῖ δὲ ὁ Τέαρος οὗτος ἐς τὸν Κοντάδεσδον ποταμόν , ὁ δὲ Κοντάδεσδος ἐς τὸν Ἀγριάνην , ὁ δὲ Ἀγριάνης ἐς τὸν Ἕβρον , ὁ δὲ ἐς θάλασσαν τὴν παρʼ Αἴνῳ πόλι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.