οἱ μὲν δὴ Ἕλληνες ἔπλεον ἐς τὴν Δῆλον , Μαρδόνιος δὲ περὶ τὴν Θεσσαλίην ἐχείμαζε . ἐνθεῦτεν δὲ ὁρμώμενος ἔπεμπε κατὰ τὰ χρηστήρια ἄνδρα Εὐρωπέα γένος , τῷ οὔνομα ἦν Μῦς , ἐντειλάμενος πανταχῇ μιν χρησόμενον ἐλθεῖν , τῶν οἷά τε ἦν σφι ἀποπειρήσασθαι . ὅ τι μὲν βουλόμενος ἐκμαθεῖν πρὸς τῶν χρηστηρίων ταῦτα ἐνετέλλετο , οὐκ ἔχω φράσαι · οὐ γὰρ ὦν λέγεται · δοκέω δʼ ἔγωγε περὶ τῶν παρεόντων πρηγμάτων καὶ οὐκ ἄλλων πέρι πέμψαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.