μετὰ δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλτιάδης , καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοισι , τότε μᾶλλον αὔξετο . αἰτήσας δὲ νέας ἑβδομήκοντα καὶ στρατιήν τε καὶ χρήματα Ἀθηναίους , οὐ φράσας σφι ἐπʼ ἣν ἐπιστρατεύσεται χώρην , ἀλλὰ φὰς αὐτοὺς καταπλουτιεῖν ἤν οἱ ἕπωνται · ἐπὶ γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυσὸν εὐπετέως ἄφθονον οἴσονται · λέγων τοιαῦτα αἴτεε τὰς νέας . Ἀθηναῖοι δὲ τούτοισι ἐπαερθέντες παρέδοσαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.