ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε ὁ Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ , οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην , γεγονότα ἐκ τῆς Τήρεω θυγατρός , ἐπανιστέατο τῷ Σκύλῃ . ὁ
δὲ μαθὼν τὸ γινόμενον ἐπʼ ἑωυτῷ καὶ τὴν αἰτίην διʼ ἣν ἐποιέετο , καταφεύγει ἐς τὴν Θρηίκην . πυθόμενος δὲ ὁ Ὀκταμασάδης ταῦτα ἐστρατεύετο ἐπὶ τὴν Θρηίκην . ἐπείτε δὲ ἐπὶ τῷ Ἴστρῳ ἐγένετο , ἠντίασάν μιν οἱ Θρήικες , μελλόντων δὲ αὐτῶν συνάψειν ἔπεμψε Σιτάλκης παρὰ τὸν Ὀκταμασάδην λέγων τοιάδε . τι
δεῖ ἡμέας ἀλλήλων πειρηθῆναι ; εἶς μέν μευ τῆς ἀδελφεῆς παῖς , ἔχεις δέ μευ ἀδελφεόν . σὺ δέ μοι ἀπόδος τοῦτον , καὶ ἐγὼ σοὶ τὸν σὸν Σκύλην παραδίδωμι · στρατιῇ δὲ μήτε σὺ κινδυνεύσῃς μήτʼ ἐγώ . ταῦτά
οἱ πέμψας ὁ Σιτάλκης ἐπεκηρυκεύετο · ἦν γὰρ παρὰ τῷ Ὀκταμασάδη ἀδελφεὸς Σιτάλκεω πεφευγώς . ὁ δὲ Ὀκταμασάδης καταινέει ταῦτα , ἐκδοὺς δὲ τὸν ἑωυτοῦ μήτρωα Σιτάλκῃ ἔλαβε τὸν ἀδελφεὸν Σκύλην . καὶ
Σιτάλκης μὲν παραλαβὼν τὸν ἀδελφεὸν ἀπήγετο , Σκύλεω δὲ Ὀκταμασάδης αὐτοῦ ταύτῃ ἀπέταμε τὴν κεφαλήν . οὕτω μὲν περιστέλλουσι τὰ σφέτερα νόμαια Σκύθαι , τοῖσι δὲ παρακτωμένοισι ξεινικοὺς νόμους τοιαῦτα ἐπιτίμια διδοῦσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.