καὶ τὸ μὴ μίσγεσθαι γυναιξὶ ἐν ἱροῖσι μηδὲ ἀλούτους ἀπὸ γυναικῶν ἐς ἱρὰ ἐσιέναι οὗτοι εἰσὶ οἱ πρῶτοι θρησκεύσαντες . οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἄνθρωποι , πλὴν Αἰγυπτίων καὶ Ἑλλήνων , μίσγονται ἐν ἱροῖσι καὶ ἀπὸ γυναικῶν ἀνιστάμενοι ἄλουτοι ἐσέρχονται ἐς ἱρόν , νομίζοντες ἀνθρώπους εἶναι κατά περ τὰ ἄλλα κτήνεα ·
καὶ γὰρ τὰ ἄλλα κτήνεα ὁρᾶν καὶ ὀρνίθων γένεα ὀχευόμενα ἔν τε τοῖσι νηοῖσι τῶν θεῶν καὶ ἐν τοῖσι τεμένεσι · εἰ ὦν εἶναι τῷ θεῷ τοῦτο μὴ φίλον , οὐκ ἂν οὐδὲ τὰ κτήνεα ποιέειν . οὗτοι μέν νυν τοιαῦτα ἐπιλέγοντες ποιεῦσι ἔμοιγε οὐκ ἀρεστά ·
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.