Ἐπιάλτης μὲν οὕτω ὕστερον τούτων ἀπέθανε , ἔστι δὲ ἕτερος λεγόμενος λόγος , ὡς Ὀνήτης τε ὁ Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεὺς εἰσὶ οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι , οὐδαμῶς ἔμοιγε πιστός .
τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώσασθαι , ὅτι οἱ τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε καὶ Κορυδαλλῷ ἀργύριον ἀλλʼ ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ , πάντως κου τὸ ἀτρεκέστατον πυθόμενοι · τοῦτο δὲ φεύγοντα Ἐπιάλτην ταύτην τὴν αἰτίην οἴδαμεν . εἰδείη
μὲν γὰρ ἂν καὶ ἐὼν μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης , εἰ τῇ χώρῃ πολλὰ ὡμιληκὼς εἴη · ἀλλʼ Ἐπιάλτης γὰρ ἐστὶ ὁ περιηγησάμενος τὸ ὄρος κατὰ τὴν ἀτραπόν , τοῦτον αἴτιον γράφω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.