ὁ δὲ παῖς οὐ γὰρ ἔφη οἱ συμπλεύσεσθαι , τοιγαρῶν ἔφη αὐτὸν καταλείψειν ὄιν ἐν λύκοισι . ἐπὶ του ἔπεος τούτου οὔνομα τῷ νεηνίσκῳ τούτῳ Οἰόλυκος ἐγένετο , καί κως τὸ οὔνομα τοῦτο ἐπεκράτησε . Οἰολύκου δὲ γίνεται Αἰγεύς , ἐπʼ οὗ Αἰγεῖδαι καλέονται φυλὴ μεγάλη ἐν Σπάρτῃ . τοῖσι
δὲ ἐν τῇ φυλῇ ταύτῃ ἀνδράσι οὐ γὰρ ὑπέμειναν τὰ τέκνα , ἱδρύσαντο ἐκ θεοπροπίου Ἐρινύων τῶν Λαΐου τε καὶ Οἰδιπόδεω ἱρόν · καὶ μετὰ τοῦτο ὑπέμειναν τὠυτὸ τοῦτο καὶ ἐν Θήρῃ τοῖσι ἀπὸ τῶν ἀνδρῶν τούτων γεγονόσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.