ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς , αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ , ἄλλαι δʼ ἐπʼ ἐκείνῃσι ἐπʼ ἀγκυρέων · ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου , πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας .
ταύτην μὲν τὴν εὐφρόνην οὕτω , ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης , τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι . ὅσοι
μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου , οἳ δʼ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας , καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν · ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε , τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ , τὰς δὲ ἐς τὸν αἰγιαλόν · αἳ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον , αἳ δὲ ἐς Μελίβοιαν πόλιν , αἳ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο · ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.