τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ
Λαοδάμας τρίποδʼ αὐτὸς ἐυσκόπῳ Ἀπόλλωνι1μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα .1
ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέος μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπʼ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας . οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας · καί σφι ἱρά ἐστι ἐν Ἀθήνῃσι ἱδρυμένα , τῶν οὐδὲν μέτα τοῖσι λοιποῖσι Ἀθηναίοισι , ἄλλα τε κεχωρισμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίης Δήμητρος ἱρόν τε καὶ ὄργια .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.