μετὰ δὲ τοῦτον κατέλεγον οἱ ἱρέες ἐκ βύβλου ἄλλων βασιλέων τριηκοσίων καὶ τριήκοντα οὐνόματα . ἐν τοσαύτῃσι δὲ γενεῇσι ἀνθρώπων ὀκτωκαίδεκα μὲν Αἰθίοπες ἦσαν , μία δὲ γυνὴ ἐπιχωρίη , οἱ δὲ ἄλλοι ἄνδρες Αἰγύπτιοι .
τῇ δὲ γυναικὶ οὔνομα ἦν , ἥτις ἐβασίλευσε , τό περ τῇ Βαβυλωνίῃ , Νίτωκρις · τὴν ἔλεγον τιμωρέουσαν ἀδελφεῷ , τὸν Αἰγύπτιοι βασιλεύοντα σφέων ἀπέκτειναν , ἀποκτείναντες δὲ οὕτω ἐκείνῃ ἀπέδοσαν τὴν βασιληίην , τούτῳ τιμωρέουσαν πολλοὺς Αἰγυπτίων διαφθεῖραι δόλῳ . ποιησαμένην
γάρ μιν οἴκημα περίμηκες ὑπόγαιον καινοῦν τῷ λόγῳ , νόῳ δὲ ἄλλα μηχανᾶσθαι · καλέσασαν δέ μιν Αἰγυπτίων τοὺς μάλιστα μεταιτίους τοῦ φόνου ᾔδεε πολλοὺς ἱστιᾶν , δαινυμένοισι δὲ ἐπεῖναι τὸν ποταμὸν διʼ αὐλῶνος κρυπτοῦ μεγάλου . ταύτης
μὲν πέρι τοσαῦτα ἔλεγον , πλὴν ὅτι αὐτήν μιν , ὡς τοῦτο ἐξέργαστο , ῥίψαι ἐς οἴκημα σποδοῦ πλέον , ὅκως ἀτιμώρητος γένηται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.