νοστήσας δὲ ὁ Σέσωστρις ἐς τὴν Αἴγυπτον καὶ τισάμενος τὸν ἀδελφεόν , τῷ μὲν ὁμίλῳ τὸν ἐπηγάγετο τῶν τὰς χώρας κατεστρέψατο , τούτῳ μὲν τάδε ἐχρήσατο ·
τούς τέ οἱ λίθους τοὺς ἐπὶ τούτου τοῦ βασιλέος κομισθέντας ἐς τοῦ Ἡφαίστου τὸ ἱρόν , ἐόντας μεγάθεϊ περιμήκεας , οὗτοι ἦσαν οἱ ἑλκύσαντες , καὶ τὰς διώρυχας τὰς νῦν ἐούσας ἐν Αἰγύπτῳ πάσας οὗτοι ἀναγκαζόμενοι ὤρυσσον , ἐποίευν τε οὐκ ἑκόντες Αἴγυπτον , τὸ πρὶν ἐοῦσαν ἱππασίμην καὶ ἁμαξευομένην πᾶσαν , ἐνδεᾶ τούτων . ἀπὸ
γὰρ τούτου τοῦ χρόνου Αἴγυπτος ἐοῦσα πεδιὰς πᾶσα ἄνιππος καὶ ἀναμάξευτος γέγονε · αἴτιαι δὲ τούτων αἱ διώρυχες γεγόνασι ἐοῦσαι πολλαὶ καὶ παντοίους τρόπους ἔχουσαί . κατέταμνε
δὲ τοῦδε εἵνεκα τὴν χώρην ὁ βασιλεύς · ὅσοι τῶν Αἰγυπτίων μὴ ἐπὶ τῷ ποταμῷ ἔκτηντο τὰς πόλις ἀλλʼ ἀναμέσους , οὗτοι , ὅκως τε ἀπίοι ὁ ποταμός , σπανίζοντες ὑδάτων πλατυτέροισι ἐχρέωντο τοῖσι πόμασι , ἐκ φρεάτων χρεώμενοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.