ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν βαρβάρων κατὰ ἑξακισχιλίους καὶ τετρακοσίους ἄνδρας , Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο . ἔπεσον μὲν ἀμφοτέρων τοσοῦτοι .
συνήνεικε δὲ αὐτόθι θῶμα γενέσθαι τοιόνδε , Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ συστάσι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν ὀμμάτων στερηθῆναι οὔτε πληγέντα οὐδὲν τοῦ σώματος οὔτε βληθέντα , καὶ τὸ λοιπὸν τῆς ζόης διατελέειν ἀπὸ τούτου τοῦ χρόνου ἐόντα τυφλόν . λέγειν
δὲ αὐτὸν περὶ τοῦ πάθεος ἤκουσα τοιόνδε τινὰ λόγον , ἄνδρα οἱ δοκέειν ὁπλίτην ἀντιστῆναι μέγαν , τοῦ τὸ γένειον τὴν ἀσπίδα πᾶσαν σκιάζειν · τὸ δὲ φάσμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν , τὸν δὲ ἑωυτοῦ παραστάτην ἀποκτεῖναι . ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην λέγειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.