χρόνου δὲ οὐ πολλοῦ διεξελθόντος αὐτίκα οἱ Μινύαι ἐξύβρισαν , τῆς τε βασιληίης μεταιτέοντες καὶ ἄλλα ποιέοντες οὐκ ὅσια . τοῖσι
ὦν Λακεδαιμονίοισι ἔδοξε αὐτοὺς ἀποκτεῖναι , συλλαβόντες δὲ σφέας κατέβαλον ἐς ἑρκτήν . κτείνουσι δὲ τοὺς ἂν κτείνωσι Λακεδαιμόνιοι νυκτός , μετʼ ἡμέρην δὲ οὐδένα . ἐπεὶ
ὦν ἔμελλον σφέας καταχρήσασθαι , παραιτήσαντο αἱ γυναῖκες τῶν Μινυέων , ἐοῦσαι ἀσταί τε καὶ τῶν πρώτων Σπαρτιητέων θυγατέρες , ἐσελθεῖν τε ἐς τὴν ἑρκτὴν καὶ ἐς λόγους ἐλθεῖν ἑκάστη τῷ ἑωυτῆς ἀνδρί . οἳ δὲ σφέας παρῆκαν , οὐδένα δόλον δοκέοντες ἐξ αὐτέων ἔσεσθαι . αἳ
δὲ ἐπείτε ἐσῆλθον , ποιέουσι τοιάδε · πᾶσαν τὴν εἶχον ἐσθῆτα παραδοῦσαι τοῖσι ἀνδράσι αὐταὶ τὴν τῶν ἀνδρῶν ἔλαβον , οἱ δὲ Μινύαι ἐνδύντες τὴν γυναικηίην ἐσθῆτα ἅτε γυναῖκες ἐξήισαν ἔξω , ἐκφυγόντες δὲ τρόπῳ τοιούτῳ ἵζοντο αὖτις ἐς τὸ Τηΰγετον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.