μετὰ δὲ τὴν Βαβυλῶνος αἵρεσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις · ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων , ἐπεθύμησε ὁ Δαρεῖος τίσασθαι Σκύθας , ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης .
τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν , ὡς καὶ πρότερον μοι εἴρηται , Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα . Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην , καταπαύσαντες τῆς ἀρχῆς Μήδους · οὗτοι γὰρ πρὶν ἢ Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης . τοὺς
δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ · εὗρον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην . αἱ γὰρ τῶν Σκυθέων γυναῖκες , ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν , ἐφοίτεον παρὰ τοὺς δούλους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.