τῷ δὲ Διονύσῳ τῆς ὁρτῆς τῇ δορπίῃ χοῖρον πρὸ τῶν θυρέων σφάξας ἕκαστος διδοῖ ἀποφέρεσθαι τὸν χοῖρον αὐτῷ τῷ ἀποδομένῳ τῶν συβωτέων .
τὴν δὲ ἄλλην ἀνάγουσι ὁρτὴν τῷ Διονύσῳ οἱ Αἰγύπτιοι πλὴν χορῶν κατὰ ταὐτὰ σχεδὸν πάντα Ἕλλησι · ἀντὶ δὲ φαλλῶν ἄλλα σφι ἐστὶ ἐξευρημένα , ὅσον τε πηχυαῖα ἀγάλματα νευρόσπαστα , τὰ περιφορέουσι κατὰ κώμας γυναῖκες , νεῦον τὸ αἰδοῖον , οὐ πολλῷ τεῳ ἔλασσον ἐὸν τοῦ ἄλλου σώματος · προηγέεται δὲ αὐλός , αἳ δὲ ἕπονται ἀείδουσαι τὸν Διόνυσον . διότι
δὲ μέζον τε ἔχει τὸ αἰδοῖον καὶ κινέει μοῦνον τοῦ σώματος , ἔστι λόγος περὶ αὐτοῦ ἱρὸς λεγόμενος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.