οἱ δὲ ἐκ Μυκάλης ὁρμηθέντες Ἕλληνες ἐπʼ Ἑλλησπόντου πρῶτον μὲν περὶ Λεκτὸν ὅρμεον , ὑπὸ ἀνέμων ἀπολαμφθέντες , ἐνθεῦτεν δὲ ἀπίκοντο ἐς Ἄβυδον καὶ τὰς γεφύρας εὗρον διαλελυμένας , τὰς ἐδόκεον εὑρήσειν ἔτι ἐντεταμένας , καὶ τούτων οὐκ ἥκιστα εἵνεκεν ἐς τὸν Ἑλλήσποντον ἀπίκοντο .
τοῖσι μέν νυν ἀμφὶ Λευτυχίδην Πελοποννησίοις ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα , Ἀθηναίοισι δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας πειρᾶσθαι τῆς Χερσονήσου . οἳ μὲν δὴ ἀπέπλεον , Ἀθηναῖοι δὲ ἐκ τῆς Ἀβύδου διαβάντες ἐς τὴν Χερσόνησον Σηστὸν ἐπολιόρκεον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.