οἳ μὲν δὴ ἀπήισαν , τῷ δὲ βασιλέι σημαίνει τις τῶν παρέδρων οἷόν τι χρῆμα ποιήσειε ὁ παῖς καὶ ὡς σὺν νόῳ κείνων ὁ νεώτατος λάβοι τὰ διδόμενα . ὁ δὲ ταῦτα ἀκούσας καὶ ὀξυνθεὶς πέμπει ἐπʼ αὐτοὺς ἱππέας ἀπολέοντας . ποταμὸς δὲ ἐστὶ ἐν τῇ χώρῃ ταύτῃ , τῷ θύουσι οἱ τούτων τῶν ἀνδρῶν ἀπʼ Ἄργεος ἀπόγονοι σωτῆρι ·
οὗτος , ἐπείτε διέβησαν οἱ Τημενίδαι , μέγας οὕτω ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι διαβῆναι . οἳ δὲ ἀπικόμενοι ἐς ἄλλην γῆν τῆς Μακεδονίης οἴκησαν πέλας τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ Γορδίεω , ἐν τοῖσι φύεται αὐτόματα ῥόδα , ἓν ἕκαστον ἔχον ἑξήκοντα φύλλα , ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων . ἐν
τούτοισι καὶ ὁ Σιληνὸς τοῖσι κήποισι ἥλω , ὡς λέγεται ὑπὸ Μακεδόνων . ὑπὲρ δὲ τῶν κήπων ὄρος κεῖται Βέρμιον οὔνομα , ἄβατον ὑπὸ χειμῶνος . ἐνθεῦτεν δὲ ὁρμώμενοι , ὡς ταύτην ἔσχον , κατεστρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.