οἱ δὲ Ἕλληνες ἐπισχόντες ταύτην τὴν ἡμέρην τῇ ὑστεραίῃ ἐκαλλιερέοντο , μαντευομένου σφι Δηιφόνου τοῦ Εὐηνίου ἀνδρὸς Ἀπολλωνιήτεω , Ἀπολλωνίης δὲ τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ . τούτου τὸν πατέρα Εὐήνιον κατέλαβε πρῆγμα τοιόνδε . ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα , τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ Χῶνα ποταμόν , ὃς ἐκ Λάκμονος ὄρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν παρʼ Ὤρικον λιμένα , τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀστῶν , οὗτοι φυλάσσουσι ἐνιαυτὸν ἕκαστος · περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός · ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλιος ἑκάς .
ἔνθα δὴ τότε ὁ Εὐήνιος οὗτος ἀραιρημένος ἐφύλασσε . καὶ κοτὲ αὐτοῦ κατακοιμήσαντος φυλακὴν παρελθόντες λύκοι ἐς τὸ ἄντρον διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα . ὁ δὲ ὡς ἐπήισε , εἶχε σιγῇ καὶ ἔφραζε οὐδενί , ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος . καὶ
οὐ γὰρ ἔλαθε τοὺς Ἀπολλωνιήτας ταῦτα γενόμενα , ἀλλʼ ὡς ἐπύθοντο , ὑπαγαγόντες μιν ὑπὸ δικαστήριον κατέκριναν , ὡς τὴν φυλακὴν κατακοιμήσαντα , τῆς ὄψιος στερηθῆναι . ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν , αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε οὔτε γῆ ἔφερε ὁμοίως καρπόν . πρόφαντα
δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγίνετο , ἐπείτε ἐπειρώτων τοὺς προφήτας τὸ αἴτιον τοῦ παρεόντος κακοῦ , οἳ δὲ αὐτοῖσι ἔφραζον ὅτι ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος ἐστέρησαν · αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους , οὐ πρότερόν τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν ἢ δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ · τούτων δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.