ταῦτα μὲν δὴ προεκομίζετο . τῶν δὲ Σκυθέων οἱ πρόδρομοι ὡς εὗρον τοὺς Πέρσας ὅσον τε τριῶν ἡμερέων ὁδὸν ἀπέχοντας ἀπὸ τοῦ Ἴστρου , οὗτοι μὲν τούτους εὑρόντες , ἡμέρης ὁδῷ προέχοντες , ἐστρατοπεδεύοντο τὰ ἐκ τῆς γῆς φυόμενα λεαίνοντες , οἱ
δὲ Πέρσαι ὡς εἶδον ἐπιφανεῖσαν τῶν Σκυθέων τὴν ἵππον , ἐπήισαν κατὰ στίβον αἰεὶ ὑπαγόντων · καὶ ἔπειτα (πρὸς γὰρ τὴν μίαν τῶν μοιρέων ἴθυσαν ) οἱ Πέρσαι ἐδίωκον πρὸς ἠῶ τε καὶ ἰθὺ Τανάιδος . διαβάντων
δὲ τούτων τὸν Τάναιν ποταμὸν οἱ Πέρσαι ἐπιδιαβάντες ἐδίωκον , ἐς ὃ τῶν Σαυροματέων τὴν χώρην διεξελθόντες ἀπίκοντο ἐς τὴν τῶν Βουδίνων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.