Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ Κροῖσος εἶπε · μεταστησάμενος δὲ τοὺς ἄλλους , εἴρετο Κροῖσον ὅ τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι . ὁ δὲ εἶπε ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί , δικαιῶ , εἴ τι ἐνορέω πλέον , σημαίνειν σοί .
Πέρσαι φύσιν ἐόντες ὑβρισταὶ εἰσὶ ἀχρήματοι . ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ κατασχόντας χρήματα μεγάλα , τάδε τοὶ ἐξ αὐτῶν ἐπίδοξα γενέσθαι . ὃς ἂν αὐτῶν πλεῖστα κατάσχῃ , τοῦτον προσδέκεσθαί τοι ἐπαναστησόμενον . νῦν ὦν ποίησον ὧδε , εἲ τοι ἀρέσκει τὰ ἐγὼ λέγω ·
κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι τῇσι πύλῃσι φυλάκους , οἳ λεγόντων πρὸς τοὺς ἐκφέροντας τὰ χρήματα ἀπαιρεόμενοι ὡς σφέα ἀναγκαίως ἔχει δεκατευθῆναι τῷ Διί . καὶ σύ τέ σφι οὐκ ἀπεχθήσεαι βίῃ ἀπαιρεόμενος τὰ χρήματα , καὶ ἐκεῖνοι συγγνόντες ποιέειν σε δίκαια ἑκόντες προήσουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.