πέρσαι μέν νυν προστάτεω ἐπιλαβόμενοι ἄσμενοὶ ἐλευθεροῦντο , καὶ πάλαι δεινὸν ποιεύμενοι ὑπὸ Μήδων ἄρχεσθαι . Ἀστυάγης δὲ ὡς ἐπύθετο Κῦρον ταῦτα πρήσσοντα , πέμψας ἄγγελον ἐκάλεε αὐτόν .
ὁ δὲ Κῦρος ἐκέλευε τὸν ἄγγελον ἀπαγγέλλειν ὅτι πρότερον ἥξοι παρʼ ἐκεῖνον ἢ Ἀστυάγης αὐτὸς βουλήσεται . ἀκούσας δὲ ταῦτα ὁ Ἀστυάγης Μήδους τε ὥπλισε πάντας , καὶ στρατηγὸν αὐτῶν ὥστε θεοβλαβὴς ἐὼν Ἅρπαγον ἀπέδεξε , λήθην ποιεύμενος τά μιν ἐόργεε . ὡς
δὲ οἱ Μῆδοι στρατευσάμενοι τοῖσι Πέρσῃσι συνέμισγον , οἳ μέν τινὲς αὐτῶν ἐμάχοντο , ὅσοι μὴ τοῦ λόγου μετέσχον , οἳ δὲ αὐτομόλεον πρὸς τοὺς Πέρσας , οἱ δὲ πλεῖστοι ἐθελοκάκεόν τε καὶ ἔφευγον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.