ὥς δʼ ἐγερθῆναι τὸν Ἡρακλέα , δίζησθαι , πάντα δὲ τῆς χώρης ἐπεξελθόντα τέλος ἀπικέσθαι ἐς τὴν Ὑλαίην καλεομένην γῆν · ἐνθαῦτα δὲ αὐτὸν εὑρεῖν ἐν ἄντρῳ μιξοπάρθενον τινά , ἔχιδναν διφυέα , τῆς τὰ μὲν ἄνω ἀπὸ τῶν γλουτῶν εἶναι γυναικός , τὰ δὲ ἔνερθε ὄφιος . ἰδόντα
δὲ καὶ θωμάσαντα ἐπειρέσθαι μιν εἴ κου ἴδοι ἵππους πλανωμένας · τὴν δὲ φάναι ἑωυτήν ἔχειν καὶ οὐκ ἀποδώσειν ἐκείνῳ πρὶν ἢ οἱ μιχθῇ · τὸν δὲ Ἡρακλέα μιχθῆναι ἐπὶ τῷ μισθῷ τούτῳ . κείνην
τε δὴ ὑπερβάλλεσθαι τὴν ἀπόδοσιν τῶν ἵππων , βουλομένην ὡς πλεῖστον χρόνον συνεῖναι τῷ Ἡρακλεῖ , καὶ τὸν κομισάμενον ἐθέλειν ἀπαλλάσσεσθαι · τέλος δὲ ἀποδιδοῦσαν αὐτὴν εἰπεῖν Ἵππους μὲν δὴ ταύτας ἀπικομένας ἐνθάδε ἔσωσα τοὶ ἐγώ , σῶστρά τε σὺ παρέσχες · ἐγὼ γὰρ ἐκ σεῦ τρεῖς παῖδας ἔχω . τούτους
, ἐπεὰν γένωνται τρόφιες , ὃ τι χρὴ ποιέειν , ἐξηγέο σύ , εἴτε αὐτοῦ κατοικίζω (χώρης γὰρ τῆσδε ἔχω τὸ κράτος αὕτη ) εἴτε ἀποπέμπω παρὰ σέ . τὴν μὲν δὴ ταῦτα ἐπειρωτᾶν , τὸν δὲ λέγουσι πρὸς ταῦτα εἰπεῖν ἐπεὰν
ἀνδρωθέντας ἴδῃ τοὺς παῖδας , τάδε ποιεῦσα οὐκ ἂν ἁμαρτάνοις · τὸν μὲν ἂν ὁρᾷς αὐτῶν τόδε τὸ τόξον ὧδε διατεινόμενον καὶ τῳ ζωστῆρι τῷδε κατὰ τάδε ζωννύμενον , τοῦτον μὲν τῆσδε τῆς χώρης οἰκήτορα ποιεῦ · ὃς δʼ ἂν τούτων τῶν ἔργων τῶν ἐντέλλομαι λείπηται , ἔκπεμπε ἐκ τῆς χώρης . καὶ ταῦτα ποιεῦσα αὐτή τε εὐφρανέαι καὶ τὰ ἐντεταλμένα ποιήσεις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.