τότε μὲν τοιαῦτα · ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων , ὡς ἡ Χερσόνησος ἡ ἐπʼ Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι , Μιλτιάδης ὁ Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι , ἀναμιμνήσκων σφέας τὸ χρηστήριον , τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι .
Ἡφαιστιέες μέν νυν ἐπείθοντο , Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο , ἐς ὃ καὶ οὗτοι παρέστησαν . οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.