τούτων Ταῦροι μὲν νόμοισι τοιοῖσιδε χρέωνται · θύουσι μὲν τῇ Παρθένῳ τούς τε ναυηγοὺς καὶ τοὺς ἂν λάβωσι Ἑλλήνων ἐπαναχθέντες τρόπῳ τοιῷδε · καταρξάμενοι
ῥοπάλῳ παίουσι τὴν κεφαλήν . οἳ μὲν δὴ λέγουσι ὡς τὸ σῶμα ἀπὸ τοῦ κρημνοῦ ὠθέουσι κάτω ( ἐπὶ γὰρ κρημνοῦ ἵδρυται τὸ ἱρόν) , τὴν δὲ κεφαλὴν ἀνασταυροῦσι · οἳ δὲ κατὰ μὲν τὴν κεφαλὴν ὁμολογέουσι , τὸ μέντοι σῶμα οὐκ ὠθέεσθαι ἀπὸ τοῦ κρημνοῦ λέγουσι ἀλλὰ γῇ κρύπτεσθαι . τὴν δὲ δαίμονα ταύτην τῇ θύουσι λέγουσι αὐτοὶ Ταῦροι Ἰφιγένειαν τὴν Ἀγαμέμνονος εἶναι . πολεμίους
δὲ ἄνδρας τοὺς ἂν χειρώσωνται ποιεῦσι τάδε · ἀποταμὼν ἕκαστος κεφαλὴν ἀποφέρεται ἐς τὰ οἰκία , ἔπειτα ἐπὶ ξύλου μεγάλου ἀναπείρας ἱστᾷ ὑπὲρ τῆς οἰκίης ὑπερέχουσαν πολλόν , μάλιστα δὲ ὑπὲρ τῆς καπνοδόκης . φασὶ δὲ τούτους φυλάκους τῆς οἰκίης πάσης ὑπεραιωρέεσθαι . ζῶσι δὲ ἀπὸ ληίης τε καὶ πολέμου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.