ταῦτα μέν νυν οὕτω κῃ ἐγένετο . Μεγάβαζος δὲ ἄγων τοὺς Παίονας ἀπίκετο ἐπὶ τὸν Ἑλλήποντον · ἐνθεῦτεν διαπεραιωθεὶς ἀπίκετο ἐς τὰς Σάρδις . ἅτε δὲ τειχέοντος ἤδη Ἱστιαίου τοῦ Μιλησίου τὴν παρὰ Δαρείου αἰτήσας ἔτυχε μισθὸν δωρεὴν φυλακῆς τῆς σχεδίης , ἐόντος δὲ τοῦ χώρου τούτου παρὰ Στρυμόνα ποταμὸν τῷ οὔνομα ἐστὶ Μύρκινος , μαθὼν ὁ Μεγάβαζος τὸ ποιεύμενον ἐκ τοῦ Ἱστιαίου , ὡς ἦλθε τάχιστα ἐς τὰς Σάρδις ἄγων τοὺς Παίονας , ἔλεγε Δαρείῳ τάδε .
ὦ βασιλεῦ , κοῖόν τι χρῆμα ἐποίησας , ἀνδρὶ Ἕλληνι δεινῷ τε καὶ σοφῷ δοὺς ἐγκτίσασθαι πόλιν ἐν Θρηίκῃ , ἵνα ἴδη τε ναυπηγήσιμος ἐστὶ ἄφθονος καὶ πολλοὶ κωπέες καὶ μέταλλα ἀργύρεα , ὅμιλός τε πολλὸς μὲν Ἕλλην περιοικέει πολλὸς δὲ βάρβαρος , οἳ προστάτεω ἐπιλαβόμενοι ποιήσουσι τοῦτο τὸ ἂν κεῖνος ἐξηγέηται καὶ ἡμέρης καὶ νυκτός .
σύ νυν τοῦτον τὸν ἄνδρα παῦσον ταῦτα ποιεῦντα , ἵνα μὴ οἰκηίῳ πολέμῳ συνέχῃ · τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενος παῦσον . ἐπεὰν δὲ αὐτὸν περιλάβῃς , ποιέειν ὅκως μηκέτι κεῖνος ἐς Ἕλληνας ἀπίξεται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.