ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ . ὁ δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας , ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ διʼ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε , τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπʼ ἀγκυρέων , παρεῖχέ τε τοῖσι Ἴωσι πόνον διʼ ἡμέρης .
μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον · τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες , οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ , ἔλεξαν πρὸς ἑωυτοὺς τάδε . τίνα
δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν ; οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαέι ἀλαζόνι , παρεχομένῳ νέας τρεῖς , ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν · ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι , καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι , πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαι εἰσί , πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται , μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι . φέρετε , τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ .
ταῦτα ἔλεξαν , καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε , ἀλλʼ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδʼ ἀναπειρᾶσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.