ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν πρεσβύτερον τά σφι ὁ μητροπάτωρ διελέχθη . ὁ δέ οἱ ἀπηγέετο ὡς σφέας φιλοφρόνως ἐδέξατο · ἐκείνου δὲ τοῦ ἔπεος τό σφι ὁ Προκλέης ἀποστέλλων εἶπε , ἅτε οὐ νόῳ λαβών , οὐκ ἐμέμνητο . Περίανδρος δὲ οὐδεμίαν μηχανὴν ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι , ἐλιπάρεέ τε ἱστορέων · ὁ δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο .
Περίανδρος δὲ νόῳ λαβὼν καὶ τοῦτο μαλακὸν ἐνδιδόναι βουλόμενος οὐδέν , τῇ ὁ ἐξελασθεὶς ὑπʼ αὐτοῦ παῖς δίαιταν ἐποιέετο , ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν δέκεσθαι οἰκίοισι . ὁ
δὲ ὅκως ἀπελαυνόμενος ἔλθοι ἐς ἄλλην οἰκίην , ἀπηλαύνετʼ ἂν καὶ ἀπὸ ταύτης , ἀπειλέοντός τε τοῦ Περίανδρου τοῖσι δεξαμένοισι καὶ ἐξέργειν κελεύοντος · ἀπελαυνόμενος δʼ ἂν ἤιε ἐπʼ ἑτέρην τῶν ἑταίρων · οἳ δὲ ἅτε Περιάνδρου ἐόντα παῖδα καίπερ δειμαίνοντες ὅμως ἐδέκοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.