ὁ μὲν δὴ Συλοσῶν ἠπίστατο τοῦτό οἱ ἀπολωλέναι διʼ εὐηθείην . ὡς δὲ τοῦ χρόνου προβαίνοντος Καμβύσης τε ἀπέθανε καὶ τῷ Μάγῳ ἐπανέστησαν οἱ ἑπτὰ καὶ ἐκ τῶν ἑπτὰ Δαρεῖος τὴν βασιληίην ἔσχε , πυνθάνεται ὁ Συλοσῶν ὡς ἡ βασιληίη περιεληλύθοι ἐς τοῦτον τὸν ἄνδρα τῷ κοτὲ αὐτὸς ἔδωκε ἐν Αἰγύπτῳ δεηθέντι τὸ εἷμα . ἀναβὰς δὲ ἐς τὰ Σοῦσα ἵζετο ἐς τὰ πρόθυρα τῶν βασιλέος οἰκίων καὶ ἔφη Δαρείου εὐεργέτης εἶναι .
ἀγγέλλει ταῦτα ἀκούσας ὁ πυλουρὸς τῷ βασιλέι · ὁ δὲ θωμάσας λέγει πρὸς αὐτόν καὶ τίς ἐστὶ Ἑλλήνων εὐεργέτης τῷ ἐγὼ προαιδεῦμαι , νεωστὶ μὲν τὴν ἀρχὴν ἔχων ; ἀναβέβηκε δʼ ἤ τις ἢ οὐδείς κω παρʼ ἡμέας αὐτῶν , ἔχω δὲ χρέος εἰπεῖν οὐδὲν ἀνδρὸς Ἕλληνος . ὅμως δὲ αὐτὸν παράγετε ἔσω , ἵνα εἰδέω τί θέλων λέγει ταῦτα .
παρῆγε ὁ πυλουρὸς τὸν Συλοσῶντα , στάντα δὲ ἐς μέσον εἰρώτων οἱ ἑρμηνέες τίς τε εἴη καὶ τί ποιήσας εὐεργέτης φησὶ εἶναι βασιλέος . εἶπε ὦν ὁ Συλοσῶν πάντα τὰ περὶ τὴν χλανίδα γενόμενα , καὶ ὡς αὐτὸς εἴη κεῖνος ὁ δούς . ἀμείβεται
πρὸς ταῦτα Δαρεῖος ὦ γενναιότατε ἀνδρῶν , σὺ κεῖνος εἶς ὃς ἐμοὶ οὐδεμίαν ἔχοντί κω δύναμιν ἔδωκας εἰ καὶ σμικρά , ἀλλʼ ὦν ἴση γε ἡ χάρις ὁμοίως ὡς εἰ νῦν κοθέν τι μέγα λάβοιμι · ἀντʼ ὧν τοι χρυσὸν καὶ ἄργυρον ἄπλετον δίδωμι , ὡς μή κοτέ τοι μεταμελήσῃ Δαρεῖον τὸν Ὑστάσπεος εὖ ποιήσαντι . λέγει πρὸς ταῦτα ὁ Συλοσῶν ἐμοὶ
μήτε χρυσὸν ὦ βασιλεῦ μήτε ἄργυρον δίδου , ἀλλʼ ἀνασωσάμενός μοι δὸς τὴν πατρίδα Σάμον , τὴν νῦν ἀδελφεοῦ τοῦ ἐμοῦ Πολυκράτεος ἀποθανόντος ὑπὸ Ὀροίτεω ἔχει δοῦλος ἡμέτερος · ταύτην μοι δὸς ἄνευ τε φόνου καὶ ἐξανδραποδίσιος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.