ὡς δὲ ἄρα ἤκουσαν οἱ ἔφοροι ταῦτα , ἀνεβάλλοντο ἐς τὴν ὑστεραίην ὑποκρίνασθαι , τῇ δὲ ὑστεραίῃ ἐς τὴν ἑτέρην · τοῦτο καὶ ἐπὶ δέκα ἡμέρας ἐποίεον , ἐξ ἡμέρης ἐς ἡμέρην ἀναβαλλόμενοι . ἐν δὲ τούτῳ τῷ χρόνῳ τὸν Ἰσθμὸν ἐτείχεον σπουδὴν ἔχοντες πολλὴν πάντες Πελοποννήσιοι ,
καί σφι ἦν πρὸς τέλεϊ . οὐδʼ ἔχω εἰπεῖν τὸ αἴτιον διότι ἀπικομένου μὲν Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐς Ἀθήνας σπουδὴν μεγάλην ἐποιήσαντο μὴ μηδίσαι Ἀθηναίους , τότε δὲ ὤρην ἐποιήσαντο οὐδεμίαν , ἄλλο γε ἢ ὅτι ὁ Ἰσθμός σφι ἐτετείχιστο καὶ ἐδόκεον Ἀθηναίων ἔτι δεῖσθαι οὐδέν · ὅτε δὲ Ἀλέξανδρος ἀπίκετο ἐς τὴν Ἀττικήν , οὔκω ἀπετετείχιστο , ἐργάζοντο δὲ μεγάλως καταρρωδηκότες τοὺς Πέρσας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.