καὶ τοῦτο μέν , ὡς προσπταισάντων τῶν πρώτων περιπλεόντων περὶ τὸν Ἄθων προετοιμάζετο ἐκ τριῶν ἐτέων κου μάλιστα τὰ ἐς τὸν Ἄθων . ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ὅρμεον τριήρεες · ἐνθεῦτεν δὲ ὁρμώμενοι ὤρυσσον ὑπὸ μαστίγων παντοδαποὶ τῆς στρατιῆς , διάδοχοι δʼ ἐφοίτεον · ὤρυσσον δὲ καὶ οἱ περὶ τὸν Ἄθων κατοικημένοι .
Βουβάρης δὲ ὁ Μεγαβάζου καὶ Ἀρταχαίης ὁ Ἀρταίου ἄνδρες Πέρσαι ἐπέστασαν τοῦ ἔργου . ὁ γὰρ Ἄθως ἐστὶ ὄρος μέγα τε καὶ ὀνομαστόν , ἐς θάλασσαν κατῆκον , οἰκημένον ὑπὸ ἀνθρώπων . τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ ὄρος , χερσονησοειδές τε ἐστὶ καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων · πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης . ἐν
δὲ τῷ ἰσθμῷ τούτῳ , ἐς τὸν τελευτᾷ ὁ Ἄθως , Σάνη πόλις Ἑλλὰς οἴκηται , αἳ δὲ ἐκτὸς Σάνης , ἔσω δὲ τοῦ Ἄθω οἰκημέναι , τὰς τότε ὁ Πέρσης νησιώτιδας ἀντὶ ἠπειρωτίδων ὅρμητο ποιέειν · εἰσὶ δὲ αἵδε , Δῖον Ὀλόφυξος Ἀκρόθῳον Θύσσος Κλεωναί .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.