τούτων μὲν δὴ εἵνεκα κατετμήθη ἡ Αἴγυπτος . κατανεῖμαι δὲ τὴν χώρην Αἰγυπτίοισι ἅπασι τοῦτον ἔλεγον τὸν βασιλέα , κλῆρον ἴσον ἑκάστῳ τετράγωνον διδόντα , καὶ ἀπὸ τούτου τὰς προσόδους ποιήσασθαι , ἐπιτάξαντα ἀποφορὴν ἐπιτελέειν κατʼ ἐνιαυτόν .
εἰ δὲ τινὸς τοῦ κλήρου ὁ ποταμός τι παρέλοιτο , ἐλθὼν ἂν πρὸς αὐτὸν ἐσήμαινε τὸ γεγενημένον · ὁ δὲ ἔπεμπε τοὺς ἐπισκεψομένους καὶ ἀναμετρήσοντας ὅσῳ ἐλάσσων ὁ χῶρος γέγονε , ὅκως τοῦ λοιποῦ κατὰ λόγον τῆς τεταγμένης ἀποφορῆς τελέοι . δοκέει
δέ μοι ἐνθεῦτεν γεωμετρίη εὑρεθεῖσα ἐς τὴν Ἑλλάδα ἐπανελθεῖν · πόλον μὲν γὰρ καὶ γνώμονα καὶ τὰ δυώδεκα μέρεα τῆς ἡμέρης παρὰ Βαβυλωνίων ἔμαθον οἱ Ἕλληνες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.