ἔστι δὲ τοῦ ἐν Βαβυλῶνι ἱροῦ καὶ ἄλλος κάτω νηός , ἔνθα ἄγαλμα μέγα τοῦ Διὸς ἔνι κατήμενον χρύσεον , καὶ οἱ τράπεζα μεγάλη παρακέεται χρυσέη , καὶ τὸ βάθρον οἱ καὶ ὁ θρόνος χρύσεος ἐστί · καὶ ὡς ἔλεγον οἱ Χαλδαῖοι , ταλάντων ὀκτακοσίων χρυσίου πεποίηται ταῦτα .
ἔξω δὲ τοῦ νηοῦ βωμός ἐστι χρύσεος , ἔστι δὲ καὶ ἄλλος βωμὸς μέγας , ἐπʼ οὗ θύεται τὰ τέλεα τῶν προβάτων · ἐπὶ γὰρ τοῦ χρυσέου βωμοῦ οὐκ ἔξεστι θύειν ὅτι μὴ γαλαθηνὰ μούνα , ἐπὶ δὲ τοῦ μέζονος βωμοῦ καὶ καταγίζουσι λιβανωτοῦ χίλια τάλαντα ἔτεος ἑκάστου οἱ Χαλδαῖοι τότε ἐπεὰν τὴν ὁρτὴν ἄγωσι τῷ θεῷ τούτῳ . ἦν δὲ ἐν τῷ τεμένεϊ τούτῳ ἔτι τὸν χρόνον ἐκεῖνον καὶ ἀνδριὰς δυώδεκα πηχέων χρύσεος στερεός · ἐγὼ
μέν μιν οὐκ εἶδον , τὰ δὲ λέγεται ὑπὸ Χαλδαίων , ταῦτα λέγω . τούτῳ τῷ ἀνδριάντι Δαρεῖος μὲν ὁ Ὑστάσπεος ἐπιβουλεύσας οὐκ ἐτόλμησε λαβεῖν , Ξέρξης δὲ ὁ Δαρείου ἔλαβε καὶ τὸν ἱρέα ἀπέκτεινε ἀπαγορεύοντα μὴ κινέειν τὸν ἀνδριάντα . τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω κεκόσμηται , ἔστι δὲ καὶ ἴδια ἀναθήματα πολλά .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.