ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηστος , ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος , ἐπαλλακεύετο . χρόνου δὲ περιιόντος ἐξεγένετό οἱ παῖς ἰσχόφωνος καὶ τραυλός , τῷ οὔνομα ἐτέθη Βάττος , ὡς Θηραῖοι τε καὶ Κυρηναῖοι λέγουσι , ὡς μέντοι ἐγὼ δοκέω , ἄλλο τι · Βάττος
δὲ μετωνομάσθη , ἐπείτε ἐς Λιβύην ἀπίκετο , ἀπό τε τοῦ χρηστηρίου τοῦ γενομένου ἐν Δελφοῖσι αὐτῷ καὶ ἀπὸ τῆς τιμῆς τὴν ἔσχε τὴν ἐπωνυμίην ποιεύμενος . Λίβυες γὰρ βασιλέα βάττον καλέουσι , καὶ τούτου εἵνεκα δοκέω θεσπίζουσαν τὴν Πυθίην καλέσαι μιν Λιβυκῇ γλώσσῃ , εἰδυῖαν ὡς βασιλεὺς ἔσται ἐν Λιβύῃ . ἐπείτε
γὰρ ἠνδρώθη οὗτος , ἦλθε ἐς Δελφοὺς περὶ τῆς φωνῆς · ἐπειρωτῶντι δέ οἱ χρᾷ ἡ Πυθίη τάδε . Βάττʼ
εἰ εἴποι Ἑλλάδι γλώσσῃ χρεωμένη ὦ βασιλεῦ , ἐπὶ φωνὴν ἦλθες . ὃἐπὶ φωνὴν ἦλθες . ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς1Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα , ὥσπερ1
ἀμείβετο τοῖσιδε . ὦναξ , ἐγὼ μὲν ἦλθον παρὰ σὲ χρησάμενος περὶ τῆς φωνῆς , σὺ δέ μοι ἄλλα ἀδύνατα χρᾷς , κελεύων Λιβύην ἀποικίζειν τέῳ δυνάμι , κοίῃ χειρί ; ταῦτα λέγων οὐκὶ ἔπειθε ἄλλα οἱ χρᾶν · ὡς δε κατὰ ταὐτὰ ἐθέσπιζέ οἱ καὶ πρότερον , οἴχετο μεταξὺ ἀπολιπὼν ὁ Βάττος ἐς τὴν Θήρην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.