τὰ δʼ ἐς πόλεμον ἔχοντα ὧδέ σφι διακέαται · ἐπεὰν τὸν πρῶτον ἄνδρα καταβάλῃ ἀνὴρ Σκύθης , τοῦ αἵματος ἐμπίνει , ὅσους δʼ ἂν φονεύσῃ ἐν τῇ μάχῃ , τούτων τὰς κεφαλὰς ἀποφέρει τῷ βασιλέι . ἀπενείκας μὲν γὰρ κεφαλὴν τῆς ληίης μεταλαμβάνει τὴν ἂν λάβωσι , μὴ ἐνείκας δὲ οὔ . ἀποδείρει
δὲ αὐτὴν τρόπῳ τοιῷδε · περιταμὼν κύκλῳ περὶ τὰ ὦτα καὶ λαβόμενος τῆς κεφαλῆς ἐκσείει , μετὰ δὲ σαρκίσας βοὸς πλευρῇ δέψει τῇσι χερσί , ὀργάσας δὲ αὐτὸ ἅτε χειρόμακτρον ἔκτηται , ἐκ δὲ τῶν χαλινῶν τοῦ ἵππου τὸν αὐτὸς ἐλαύνει , ἐκ τούτου ἐξάπτει καὶ ἀγάλλεται · ὃς γὰρ ἂν πλεῖστα δέρματα χειρόμακτρα ἔχῃ , ἀνὴρ ἄριστος οὗτος κέκριται . πολλοὶ
δὲ αὐτῶν ἐκ τῶν ἀποδερμάτων καὶ χλαίνας ἐπείνυσθαι ποιεῦσι , συρράπτοντες κατά περ βαίτας . πολλοὶ δὲ ἀνδρῶν ἐχθρῶν τὰς δεξιὰς χεῖρας νεκρῶν ἐόντων ἀποδείραντες αὐτοῖσι ὄνυξι καλύπτρας τῶν φαρετρέων ποιεῦνται . δέρμα δὲ ἀνθρώπου καὶ παχὺ καὶ λαμπρὸν ἦν ἄρα , σχεδὸν δερμάτων πάντων λαμπρότατον λευκότητι . πολλοὶ
δὲ καὶ ὅλους ἄνδρας ἐκδείραντες καὶ διατείναντες ἐπὶ ξύλων ἐπʼ ἵππων περιφέρουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.