τοῖσι μέν νυν ὑπʼ Αἰγυπτίων λεγομένοισι χράσθω ὅτεῳ τὰ τοιαῦτα πιθανά ἐστι · ἐμοὶ δὲ παρὰ πάντα τὸν λόγον ὑπόκειται ὅτι τὰ λεγόμενα ὑπʼ ἑκάστων ἀκοῇ γράφω . ἀρχηγετέειν δὲ τῶν κάτω Αἰγύπτιοι λέγουσι Δήμητρα καὶ Διόνυσον .
πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοι εἰσὶ οἱ εἰπόντες , ὡς ἀνθρώπου ψυχὴ ἀθάνατος ἐστί , τοῦ σώματος δὲ καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύεται , ἐπεὰν δὲ πάντα περιέλθῃ τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά , αὖτις ἐς ἀνθρώπου σῶμα γινόμενον ἐσδύνει · τὴν περιήλυσιν δὲ αὐτῇ γίνεσθαι ἐν τρισχιλίοισι ἔτεσι . τούτῳ
τῷ λόγῳ εἰσὶ οἳ Ἑλλήνων ἐχρήσαντο , οἳ μὲν πρότερον οἳ δὲ ὕστερον , ὡς ἰδίῳ ἑωυτῶν ἐόντι · τῶν ἐγὼ εἰδὼς τὰ οὐνόματα οὐ γράφω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.