καὶ ὅτε ἦν δεκαέτης ὁ παῖς , πρῆγμα ἐς αὑτὸν τοιόνδε γενόμενον ἐξέφηνέ μιν . ἔπαιζε ἐν τῇ κώμῃ ταύτῃ ἐν τῇ ἦσαν καὶ αἱ βουκολίαι αὗται , ἔπαιζε δὲ μετʼ ἄλλων ἡλίκων ἐν ὁδῷ . καὶ οἱ παῖδες παίζοντες εἵλοντο ἑωυτῶν βασιλέα εἶναι τοῦτον δὴ τὸν τοῦ βουκόλου ἐπίκλησιν παῖδα .
ὁ δὲ αὐτῶν διέταξε τοὺς μὲν οἰκίας οἰκοδομέειν , τοὺς δὲ δορυφόρους εἶναι , τὸν δέ κου τινὰ αὐτῶν ὀφθαλμὸν βασιλέος εἶναι , τῷ δὲ τινὶ τὰς ἀγγελίας φέρειν ἐδίδου γέρας , ὡς ἑκάστῳ ἔργον προστάσσων . εἷς
δὴ τούτων τῶν παίδων συμπαίζων , ἐὼν Ἀρτεμβάρεος παῖς ἀνδρὸς δοκίμου ἐν Μήδοισι , οὐ γὰρ δὴ ἐποίησε τὸ προσταχθὲν ἐκ τοῦ Κύρου , ἐκέλευε αὐτὸν τοὺς ἄλλους παῖδας διαλαβεῖν , πειθομένων δὲ τῶν παίδων ὁ Κῦρος τὸν παῖδα τρηχέως κάρτα περιέσπε μαστιγέων . ὁ
δὲ ἐπείτε μετείθη τάχιστα , ὡς γε δὴ ἀνάξια ἑωυτοῦ παθών , μᾶλλόν τι περιημέκτεε , κατελθὼν δὲ ἐς πόλιν πρὸς τὸν πατέρα ἀποικτίζετο τῶν ὑπὸ Κύρου ἤντησε , λέγων δὲ οὐ Κύρου ( οὐ γάρ κω ἦν τοῦτο τοὔνομα) , ἀλλὰ πρὸς τοῦ βουκόλου τοῦ Ἀστυάγεος παιδός . ὁ δὲ
Ἀρτεμβάρης ὀργῇ ὡς εἶχε ἐλθὼν παρὰ τὸν Ἀστυάγεα καὶ ἅμα ἀγόμενος τὸν παῖδα ἀνάρσια πρήγματα ἔφη πεπονθέναι , λέγων ὦ βασιλεῦ , ὑπὸ τοῦ σοῦ δούλου , βουκόλου δὲ παιδὸς ὧδε περιυβρίσμεθα , δεικνὺς τοῦ παιδὸς τοὺς ὤμους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.