ὡς δʼ ἐξήλαυνε τὴν στρατιήν , Πύθιος ὁ Λυδὸς καταρρωδήσας τὸ ἐκ τοῦ οὐρανοῦ φάσμα ἐπαερθείς τε τοῖσι δωρήμασι , ἐλθὼν παρὰ Ξέρξην ἔλεγε τάδε . ὦ δέσποτα , χρηίσας ἄν τι σεῦ βουλοίμην τυχεῖν , τὸ σοὶ μὲν ἐλαφρὸν τυγχάνει ἐὸν ὑπουργῆσαι , ἐμοὶ δὲ μέγα γενόμενον .
Ξέρξης δὲ πᾶν μᾶλλον δοκέων μιν χρηίσειν ἢ τὸ ἐδεήθη , ἔφη τε ὑπουργήσειν καὶ δὴ ἀγορεύειν ἐκέλευε ὅτευ δέοιτο . ὁ δὲ ἐπείτε ταῦτα ἤκουσε , ἔλεγε θαρσήσας τάδε . ὦ δέσποτα , τυγχάνουσί μοι παῖδες ἐόντες πέντε , καί σφεας καταλαμβάνει πάντας ἅμα σοὶ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα .
σὺ δέ , ὦ βασιλεῦ , ἐμὲ ἐς τόδε ἡλικίης ἥκοντα οἰκτείρας τῶν μοι παίδων ἕνα παράλυσον τῆς στρατηίης τὸν πρεσβύτατον , ἵνα αὐτοῦ τε ἐμεῦ καὶ τῶν χρημάτων ᾖ μελεδωνός · τοὺς δὲ τέσσερας ἄγευ ἅμα σεωυτῷ , καὶ πρήξας τὰ νοέεις νοστήσειας ὀπίσω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.