ἐστρατεύετο δὲ ὁ Κροῖσος ἐπὶ τὴν Καππαδοκίην τῶνδε εἵνεκα , καὶ γῆς ἱμέρῳ προσκτήσασθαι πρὸς τὴν ἑωυτοῦ μοῖραν βουλόμενος , καὶ μάλιστα τῷ χρηστηρίῳ πίσυνος ἐὼν καὶ τίσασθαι θέλων ὑπὲρ Ἀστυάγεος Κῦρον .
Ἀστυάγεα γὰρ τὸν Κυαξάρεω , ἐόντα Κροίσου μὲν γαμβρὸν Μήδων δὲ βασιλέα , Κῦρος ὁ Καμβύσεω καταστρεψάμενος εἶχε , γενόμενον γαμβρὸν Κροίσῳ ὧδε . Σκυθέων
τῶν νομάδων εἴλῃ ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν · ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω , ὃς τοὺς Σκύθας τούτους τὸ μὲν πρῶτον περιεῖπε εὖ ὡς ἐόντας ἱκέτας · ὥστε δὲ περὶ πολλοῦ ποιεόμενος αὐτούς , παῖδάς σφι παρέδωκε τὴν γλῶσσάν τε ἐκμαθεῖν καὶ τὴν τέχνην τῶν τόξων . χρόνου
δὲ γενομένου , καὶ αἰεὶ φοιτεόντων τῶν Σκυθέων ἐπʼ ἄγρην καὶ αἰεί τι φερόντων , καὶ κοτε συνήνεικε ἑλεῖν σφεας μηδέν · νοστήσαντας δὲ αὐτοὺς κεινῇσι χερσὶ ὁ Κυαξάρης (ἦν γάρ , ὡς διέδεξε , ὀργὴν ἄκρος ) τρηχέως κάρτα περιέσπε ἀεικείῃ . οἳ
δὲ ταῦτα πρὸς Κυαξάρεω παθόντες , ὥστε ἀνάξια σφέων αὐτῶν πεπονθότες , ἐβούλευσαν τῶν παρὰ σφίσι διδασκομένων παίδων ἕνα κατακόψαι , σκευάσαντες δὲ αὐτὸν ὥσπερ ἐώθεσαν καὶ τὰ θηρία σκευάζειν , Κυαξάρῃ δοῦναι φέροντες ὡς ἄγρην δῆθεν , δόντες δὲ τὴν ταχίστην κομίζεσθαι παρὰ Ἀλυάττεα τὸν Σαδυάττεω ἐς Σάρδις . ταῦτα
καὶ ἐγένετο . καὶ γὰρ Κυαξάρης καὶ οἱ παρεόντες δαιτυμόνες τῶν κρεῶν τούτων ἐπάσαντο , καὶ οἱ Σκύθαι ταῦτα ποιήσαντες Ἀλυάττεω ἱκέται ἐγένοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.