λέγουσι δὲ καὶ τόδε Ἀράβιοι , ὡς πᾶσα ἂν γῆ ἐπίμπλατο τῶν ὀφίων τούτων , εἰ μὴ γίνεσθαι κατʼ αὐτοὺς οἷόν τι κατὰ τὰς ἐχίδνας ἠπιστάμην γίνεσθαι .
καί κως τοῦ θείου ἡ προνοίη , ὥσπερ καὶ οἰκός ἐστι , ἐοῦσα σοφή , ὅσα μὲν ψυχήν τε δειλὰ καὶ ἐδώδιμα , ταῦτα μὲν πάντα πολύγονα πεποίηκε , ἵνα μὴ ἐπιλίπῃ κατεσθιόμενα , ὅσα δὲ σχέτλια καὶ ἀνιηρά , ὀλιγόγονα . τοῦτο
μέν , ὅτι ὁ λαγὸς ὑπὸ παντὸς θηρεύεται θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου , οὕτω δή τι πολύγονον ἐστί · ἐπικυΐσκεται μοῦνον πάντων θηρίων , καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρὶ τὸ δὲ ψιλόν , τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσσεται , τὸ δὲ ἀναιρέεται . τοῦτο
μὲν δὴ τοιοῦτο ἐστί · ἡ δὲ δὴ λέαινα ἐὸν ἰσχυρότατον καὶ θρασύτατον ἅπαξ ἐν τῷ βίῳ τίκτει ἕν · τίκτουσα γὰρ συνεκβάλλει τῷ τέκνῳ τὰς μήτρας . τὸ δὲ αἴτιον τούτου τόδε ἐστί · ἐπεὰν ὁ σκύμνος ἐν τῇ μητρὶ ἐὼν ἄρχηται διακινεόμενος , ὁ δὲ ἔχων ὄνυχας θηρίων πολλὸν πάντων ὀξυτάτους ἀμύσσει τὰς μήτρας , αὐξόμενός τε δὴ πολλῷ μᾶλλον ἐσικνέεται καταγράφων · πέλας τε δὴ ὁ τόκος ἐστί , καὶ τὸ παράπαν λείπεται αὐτέων ὑγιὲς οὐδέν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.