Πέρσαι μὲν ὡς ἤκουσαν ταῦτα , κεχαρηκότες προσεκύνεον . νυκτὸς δὲ γενομένης αὖτις τὠυτὸ ὄνειρον τῷ Ξέρξῃ κατυπνωμένῳ ἔλεγε ἐπιστάν ὦ παῖ Δαρείου , καὶ δὴ φαίνεαι ἐν Πέρσῃσί τε ἀπειπάμενος τὴν στρατηλασίην καὶ τὰ ἐμὰ ἔπεα ἐν οὐδενὶ ποιησάμενος λόγῳ ὡς παρʼ οὐδενὸς ἀκούσας ; εὖ νυν τόδʼ ἴσθι · ἤν περ μὴ αὐτίκα στρατηλατέῃς , τάδε τοι ἐξ αὐτῶν ἀνασχήσει · ὡς καὶ μέγας καὶ πολλὸς ἐγένεο ἐν ὀλίγῳ χρόνῳ , οὕτω καὶ ταπεινὸς ὀπίσω κατὰ τάχος ἔσεαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.