καὶ ὃ μὲν ἀπαλλάσσετο ἐς τοὺς Ἀθηναίους · τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς ἑωυτοὺς ἠὼς κατελάμβανε , ἐν τούτῳ τῷ χρόνῳ κατήμενος ὁ Παυσανίης , οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν ἄλλων Λακεδαιμονίων ἀποστειχόντων , τὰ δὴ καὶ ἐγένετο , σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας · εἵποντο δὲ καὶ Τεγεῆται .
Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν ἢ Λακεδαιμόνιοι · οἳ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος φοβεόμενοι τὴν ἵππον , Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.