παραλαβὼν δὲ ὁ Μεγαβάτης τόν τε Ἀρισταγόρεα ἐκ τῆς Μιλήτου καὶ τὴν Ἰάδα στρατιὴν καὶ τοὺς Ναξίους ἔπλεε πρόφασιν ἐπʼ Ἑλλησπόντου , ἐπείτε δὲ ἐγένετο ἐν Χίῳ , ἔσχε τὰς νέας ἐς Καύκασα , ὡς ἐνθεῦτεν βορέῃ ἀνέμῳ ἐς τὴν Νάξον διαβάλοι .
καὶ οὐ γὰρ ἔδεε τούτῳ τῷ στόλῳ Ναξίους ἀπολέσθαι , πρῆγμα τοιόνδε συνηνείχθη γενέσθαι . περιιόντος Μεγαβάτεω τὰς ἐπὶ τῶν νεῶν φυλακάς , ἐπὶ νεὸς Μυνδίης ἔτυχε οὐδεὶς φυλάσσων · ὁ δὲ δεινόν τι ποιησάμενος ἐκέλευσε τοὺς δορυφόρους ἐξευρόντας τὸν ἄρχοντα ταύτης τῆς νεός , τῷ οὔνομα ἦν Σκύλαξ , τοῦτον δῆσαι διὰ θαλαμίης διελόντας τῆς νεὸς κατὰ τοῦτο , ἔξω μὲν κεφαλὴν ποιεῦντας ἔσω δὲ τὸ σῶμα . δεθέντος
δὲ τοῦ Σκύλακος , ἐξαγγέλλει τις τῷ Ἀρισταγόρῃ ὅτι τὸν ξεῖνόν οἱ τὸν Μύνδιον Μεγαβάτης δήσας λυμαίνοιτο . ὃ δʼ ἐλθὼν παραιτέετο τὸν Πέρσην , τυγχάνων δὲ οὐδενὸς τῶν ἐδέετο , αὐτὸς ἐλθὼν ἔλυσε . πυθόμενος δὲ κάρτα δεινὸν ἐποιήσατο ὁ Μεγαβάτης καὶ ἐσπέρχετο τῷ Ἀρισταγόρῃ , ὁ
δὲ εἶπε σοὶ δὲ καὶ τούτοισι τοῖσι πρήγμασι τί ἐστι ; οὐ σὲ ἀπέστειλε Ἀρταφρένης ἐμέο πείθεσθαι καὶ πλέειν τῇ ἂν ἐγὼ κελεύω ; τί πολλὰ πρήσσεις ; ταῦτα εἶπε ὁ Ἀρισταγόρης . ὁ δὲ θυμωθεὶς τούτοισι , ὡς νὺξ ἐγένετο , ἔπεμπε ἐς Νάξον πλοίῳ ἄνδρας φράσοντας τοῖσι Ναξίοισι πάντα τὰ παρεόντα σφι πρήγματα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.