Λακεδαιμόνιοι γὰρ ὁμολογέοντες οὐδενὶ ποιητῇ λέγουσι αὐτὸν Ἀριστόδημον τὸν Ἀριστομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου βασιλεύοντα ἀγαγεῖν σφεας ἐς ταύτην τὴν χώρην τὴν νῦν ἐκτέαται , ἀλλʼ οὐ τοὺς Ἀριστοδήμου παῖδας .
μετὰ δὲ χρόνον οὐ πολλὸν Ἀριστοδήμῳ τεκεῖν τὴν γυναῖκα , τῇ οὔνομα εἶναι Ἀργείην · θυγατέρα δὲ αὐτὴν λέγουσι εἶναι Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος · ταύτην δὴ τεκεῖν δίδυμα , ἐπιδόντα δὲ τὸν Ἀριστόδημον τὰ τέκνα νούσῳ τελευτᾶν . Λακεδαιμονίους
δὲ τοὺς τότε ἐόντας βουλεῦσαι κατὰ νόμον βασιλέα τῶν παίδων τὸν πρεσβύτερον ποιήσασθαι . οὔκων δή σφεας ἔχειν ὁκότερον ἕλωνται ὥστε καὶ ὁμοίων καὶ ἴσων ἐόντων · οὐ δυναμένους δὲ γνῶναι , ἢ καὶ πρὸ τούτου , ἐπειρωτᾶν τὴν τεκοῦσαν . τὴν
δὲ οὐδὲ αὐτὴν φάναι διαγινώσκειν . εἰδυῖαν μὲν καὶ τὸ κάρτα λέγειν ταῦτα , βουλομένην δὲ εἴ κως ἀμφότεροι γενοίατο βασιλέες . τοὺς ὦν δὴ Λακεδαιμονίους ἀπορέειν , ἀπορέοντας δὲ πέμπειν ἐς Δελφοὺς ἐπειρησομένους ὅ τι χρήσωνται τῷ πρήγματι . τὴν
δὲ Πυθίην σφέας κελεύειν ἀμφότερα τὰ παιδία ἡγήσασθαι βασιλέας , τιμᾶν δὲ μᾶλλον τὸν γεραίτερον . τὴν μὲν δὴ Πυθίην ταῦτά σφι ἀνελεῖν , τοῖσι δὲ Λακεδαιμονίοισι ἀπορέουσι οὐδὲν ἧσσον ὅκως ἐξεύρωσι αὐτῶν τὸν πρεσβύτερον , ὑποθέσθαι ἄνδρα Μεσσήνιον τῷ οὔνομα εἶναι Πανίτην · ὑποθέσθαι
δὲ τοῦτον τὸν Πανίτην τάδε τοῖσι Λακεδαιμονίοισι , φυλάξαι τὴν γειναμένην ὁκότερον τῶν παίδων πρότερον λούει καὶ σιτίζει · καὶ ἢν μὲν κατὰ ταὐτὰ φαίνηται αἰεὶ ποιεῦσα , τοὺς δὲ πᾶν ἕξειν ὅσον τι καὶ δίζηνται καὶ θέλουσι ἐξευρεῖν , ἢν δὲ πλανᾶται καὶ ἐκείνη ἐναλλὰξ ποιεῦσα , δῆλά σφι ἔσεσθαι ὡς οὐδὲ ἐκείνη πλέον οὐδὲν οἶδε , ἐπʼ ἄλλην τε τραπέσθαι σφέας ὁδόν . ἐνθαῦτα
δὴ τοὺς Σπαρτιήτας κατὰ τὰς τοῦ Μεσσηνίου ὑποθήκας φυλάξαντας τὴν μητέρα τῶν Ἀριστοδήμου παίδων λαβεῖν κατὰ ταὐτὰ τιμῶσαν τὸν πρότερον καὶ σίτοισι καὶ λουτροῖσι , οὐκ εἰδυῖαν τῶν εἵνεκεν ἐφυλάσσετο . λαβόντας δὲ τὸ παιδίον τὸ τιμώμενον πρὸς τῆς γειναμένης ὡς ἐὸν πρότερον τρέφειν ἐν τῷ δημοσίῳ · καί οἱ οὔνομα τεθῆναι Εὐρυσθένεα , τῷ δὲ Προκλέα . τούτους
ἀνδρωθέντας αὐτούς τε ἀδελφεοὺς ἐόντας λέγουσι διαφόρους εἶναι τὸν πάντα χρόνον τῆς ζόης ἀλλήλοισι , καὶ τοὺς ἀπὸ τούτων γενομένους ὡσαύτως διατελέειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.