αἱ δʼ ἐσχατιαί κως τῆς οἰκεομένης τὰ κάλλιστα ἔλαχον , κατά περ ἡ Ἑλλὰς τὰς ὥρας πολλόν τι κάλλιστα κεκρημένας ἔλαχε .
τοῦτο μὲν γὰρ πρὸς τὴν ἠῶ ἐσχάτη τῶν οἰκεομενέων ἡ Ἰνδική ἐστι , ὥσπερ ὀλίγῳ πρότερον εἴρηκα · ἐν ταύτῃ τοῦτο μὲν τὰ ἔμψυχα , τετράποδά τε καὶ τὰ πετεινά , πολλῷ μέζω ἢ ἐν τοῖσι ἄλλοισι χωρίοισι ἐστί , πάρεξ τῶν ἵππων (οὗτοι δὲ ἑσσοῦνται ὑπὸ τῶν Μηδικῶν , Νησαίων δὲ καλευμένων ἵππων) , τοῦτο δὲ χρυσὸς ἄπλετος αὐτόθι ἐστί , ὃ μὲν ὀρυσσόμενος , ὁ δὲ καταφορεύμενος ὑπὸ ποταμῶν , ὁ δὲ ὥσπερ ἐσήμηνα ἁρπαζόμενος . τὰ
δὲ δένδρεα τὰ ἄγρια αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ τῶν ἀπὸ τῶν ὀίων · καὶ ἐσθῆτι Ἰνδοὶ ἀπὸ τούτων τῶν δενδρέων χρέωνται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.