μετὰ ταῦτα καταλαμβάνει μὲν κατὰ τὰ συνεθήκατο Ἀθηναίοισι ὁ Νικόδρομος τὴν παλαιὴν καλεομένην πόλιν , Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐς δέον · οὐ γὰρ ἔτυχον ἐοῦσαι νέες σφι ἀξιόμαχοι τῇσι Αἰγινητέων συμβαλεῖν . ἐν ᾧ ὦν Κορινθίων ἐδέοντο χρῆσαι σφίσι νέας , ἐν τούτῳ διεφθάρη τὰ πρήγματα . οἱ δὲ Κορίνθιοι , ἦσαν γάρ σφι τοῦτον τὸν χρόνον φίλοι ἐς τὰ μάλιστα , Ἀθηναίοισι διδοῦσι δεομένοισι εἴκοσι νέας , διδοῦσι δὲ πενταδράχμους ἀποδόμενοι · δωρεὴν γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι . ταύτας τε δὴ λαβόντες οἱ Ἀθηναῖοι καὶ τὰς σφετέρας , πληρώσαντες ἑβδομήκοντα νέας τὰς ἁπάσας , ἔπλεον ἐπὶ τὴν Αἴγιναν καὶ ὑστέρησαν ἡμέρῃ μιῇ τῆς συγκειμένης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.