ἐπεὶ δὲ πορευόμενος γίνεται ὁ στρατὸς ἐν Βοιωτοῖσι , οἱ Θηβαῖοι κατελάμβανον τὸν Μαρδόνιον καὶ συνεβούλευον αὐτῷ λέγοντες ὡς οὐκ εἴη χῶρος ἐπιτηδεότερος ἐνστρατοπεδεύεσθαι ἐκείνου , οὐδὲ ἔων ἰέναι ἑκαστέρω , ἀλλʼ αὐτοῦ ἱζόμενον ποιέειν ὅκως ἀμαχητὶ τὴν πᾶσαν Ἑλλάδα καταστρέψεται .
κατὰ μὲν γὰρ τὸ ἰσχυρὸν Ἕλληνας ὁμοφρονέοντας , οἵ περ καὶ πάρος ταὐτὰ ἐγίνωσκον , χαλεπὰ εἶναι περιγίνεσθαι καὶ ἅπασι ἀνθρώποισι · εἰ δὲ ποιήσεις τὰ ἡμεῖς παραινέομεν , ἔφασαν λέγοντες , ἕξεις ἀπόνως πάντα τὰ ἐκείνων ἰσχυρὰ βουλεύματα ·
χρήματα ἐς τοὺς δυναστεύοντας ἄνδρας ἐν τῇσι πόλισι , πέμπων δὲ τὴν Ἑλλάδα διαστήσεις · ἐνθεῦτεν δὲ τοὺς μὴ τὰ σὰ φρονέοντας ῥηιδίως μετὰ τῶν στασιωτέων καταστρέψεαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.